Slide background


ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΚΡΗΤΗΣ
ΙΕΡΟΣ ΝΑΟΣ
ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΑΞΙΟΝ ΕΣΤΙΝ
ΚΟΚΚΙΝΗ ΧΑΝΙ

Κεφάλαιο 1

ΕΝ τῷ ὀγδόῳ μηνί, ἔτους δευτέρου ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου, υἱὸν ᾿Αδδὼ τὸν προφήτην λέγων· 2 ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην, 3 καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος παντοκράτωρ· ἐπιστρέψατε πρός με, λέγει Κύριος τῶν δυνάμεων, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος τῶν δυνάμεων. 4 καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἷς ἐνεκάλεσαν αὐτοῖς οἱ προφῆται ἔμπροσθεν λέγοντες· τάδε λέγει Κύριος παντοκράτωρ· ἀποστρέψατε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν, καὶ οὐκ εἰσήκουσαν, καὶ οὐ προσέσχον τοῦ εἰσακοῦσαί μου, λέγει Κύριος. 5 οἱ πατέρες ὑμῶν ποῦ εἰσι καὶ οἱ προφῆται; μὴ τὸν αἰῶνα ζήσονται; 6 πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις, οἳ κατελάβοσαν τοὺς πατέρας ὑμῶν. καὶ ἀπεκρίθησαν καὶ εἶπαν· καθὼς παρατέτακται Κύριος παντοκράτωρ τοῦ ποιῆσαι ἡμῖν κατὰ τὰς ὁδοὺς ἡμῶν καὶ κατὰ τὰ ἐπιτηδεύματα ἡμῶν, οὕτως ἐποίησεν ἡμῖν.

7 Τῇ τετράδι καὶ εἰκάδι, τῷ ἑνδεκάτῳ μηνί —οὗτός ἐστιν ὁ μὴν Σαβάτ— ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν ᾿Αδδὼ τὸν προφήτην λέγων· 8 ἑώρακα τὴν νύκτα καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρόν, καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί. 9 καὶ εἶπα· τί οὗτοι, Κύριε; καὶ εἶπε πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· ἐγὼ δείξω σοι τί ἐστι ταῦτα. 10 καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων, καὶ εἶπε πρός με· οὗτοί εἰσιν οὓς ἐξαπέστειλε Κύριος περιοδεῦσαι τὴν γῆν. 11 καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ Κυρίου τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπον· περιωδεύσαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἠσυχάζει. 12 καὶ ἀπεκρίθη ὁ ἄγγελος Κυρίου καὶ εἶπε· Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν ῾Ιερουσαλὴμ καὶ τὰς πόλεις ᾿Ιούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος; 13 καὶ ἀπεκρίθη Κύριος παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ρήματα καλὰ καὶ λόγους παρακλητικούς. 14 καὶ εἶπε πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· ἀνάκραγε λέγων· τάδε λέγει Κύριος παντοκράτωρ· ἐζήλωκα τὴν ῾Ιερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν 15 καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ᾿ ὧν μὲν ἐγὼ ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά. 16 διὰ τοῦτο τάδε λέγει Κύριος· ἐπιστρέψω ἐπὶ ῾Ιερουσαλὴμ ἐν οἰκτιρμῷ, καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, καὶ μέτρον ἐκταθήσεται ἐπὶ ῾Ιερουσαλὴμ ἔτι. 17 καὶ εἶπε πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· ἔτι ἀνάκραγε λέγων· τάδε λέγει Κύριος παντοκράτωρ· ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς, καὶ ἐλεήσει Κύριος ἔτι τὴν Σιὼν καὶ αἱρετιεῖ τὴν ῾Ιερουσαλήμ.

Κεφάλαιο 2

ΚΑΙ ᾖρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα κέρατα. 2 καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί· τί ἐστι ταῦτα, Κύριε; καὶ εἶπε πρός με· ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν ᾿Ιούδαν καὶ τὸν ᾿Ισραὴλ καὶ ῾Ιερουσαλήμ. 3 καὶ ἔδειξέ μοι Κύριος τέσσαρας  τέκτονας. 4 καὶ εἶπα· τί οὗτοι ἔρχονται ποιῆσαι; καὶ εἶπε· ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν ᾿Ιούδα καὶ τὸν ᾿Ισραὴλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ᾖρε κεφαλήν· καὶ ἐξήλθοσαν οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν τὰ τέσσαρα κέρατα τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν Κυρίου τοῦ διασκορπίσαι αὐτήν.

5 Καὶ ᾖρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν. 6 καὶ εἶπα πρὸς αὐτόν· ποῦ σὺ πορεύῃ; καὶ εἶπε πρός με· διαμετρῆσαι τὴν ῾Ιερουσαλὴμ τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστι καὶ πηλίκον τὸ μῆκος. 7 καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ εἱστήκει, καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ. 8 καὶ εἶπε πρὸς αὐτὸν λέγων· δράμε καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον λέγων· κατακάρπως κατοικηθήσεται ῾Ιερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς· 9 καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς. 10 ὦ ὦ φεύγετε ἀπὸ γῆς Βορρᾶ, λέγει Κύριος· διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς, λέγει Κύριος· 11 εἰς Σιὼν ἀνασώζεσθε οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος. 12 διότι τάδε λέγει Κύριος παντοκράτωρ· ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς, διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ. 13 διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ᾿ αὐτούς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύουσιν αὐτοῖς, καὶ γνώσεσθε ὅτι Κύριος παντοκράτωρ ἀπέσταλκέ με. 14 τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. 15 καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαὸν καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρός σε. 16 καὶ κατακληρονομήσει Κύριος τὸν ᾿Ιούδαν, τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν ἁγίαν, καὶ αἱρετιεῖ ἔτι τὴν ῾Ιερουσαλήμ. 17 εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυρίου, ὅτι ἐξεγήγερται ἐκ νεφελῶν ἁγίων αὐτοῦ.

Κεφάλαιο 3

ΚΑΙ ἔδειξέ μοι Κύριος ᾿Ιησοῦν, τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. 2 καὶ εἶπε Κύριος πρὸς τὸν διάβολον· ἐπιτιμήσαι Κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν ῾Ιερουσαλήμ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός; 3 καὶ ᾿Ιησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ρυπαρὰ καὶ εἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου. 4 καὶ ἀπεκρίθη καὶ εἶπε πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων· ἀφέλετε τὰ ἱμάτια τὰ ρυπαρὰ ἀπ᾿ αὐτοῦ. καὶ εἶπε πρὸς αὐτόν· ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη 5 καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τήν κεφαλὴν αὐτοῦ. καί περιέβαλον αὐτὸν ἱμάτια καὶ ἐπέθηκαν κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ὁ ἄγγελος Κυρίου εἱστήκει. 6 καὶ διεμαρτύρατο ὁ ἄγγελος Κυρίου πρὸς ᾿Ιησοῦν λέγων· 7 τάδε λέγει Κύριος παντοκράτωρ· ἐὰν ἐν ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐὰν τὰ προστάγματά μου φυλάξῃς, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου· καὶ ἐὰν διαφυλάξῃς καί γε τὴν αὐλήν μου, καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων. 8 ἄκουε δή, ᾿Ιησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου σου, διότι ἄνδρες τερατοσκόποι εἰσί· διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου ᾿Ανατολήν· 9 διότι ὁ λίθος, ὃν ἔδωκα πρὸ προσώπου τοῦ ᾿Ιησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν. ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον, λέγει Κύριος παντοκράτωρ, καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ. 10 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, συγκαλέσετε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς.

Κεφάλαιο 4

ΚΑΙ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ ἐξήγειρέ με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ 2 καὶ εἶπε πρός με· τί σὺ βλέπεις; καὶ εἶπα· ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς· 3 καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς καὶ μία ἐξ εὐωνύμων. 4 καὶ ἐπηρώτησα καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων· τί ἐστι ταῦτα, κύριε; 5 καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπε πρός με λέγων· οὐ γινώσκεις τί ἐστι ταῦτα; καὶ εἶπα· οὐχί, κύριε. 6 καὶ ἀπεκρίθη καὶ εἶπε πρός με λέγων· οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ λέγων· οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύϊ, ἀλλ᾿ ἢ ἐν πνεύματί μου, λέγει Κύριος παντοκράτωρ. 7 τίς εἶ σύ, τό ὄρος τὸ μέγα, τὸ πρὸ προσώπου Ζαροβάβελ τοῦ κατορθῶσαι; καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆς. 8 καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 9 αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν, καὶ ἐπιγνώσῃ, διότι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρός σε. 10 διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς; καὶ χαροῦνται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ. ἑπτὰ οὗτοι ὀφθαλμοὶ Κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν. 11 καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτόν· τί αἱ δύο ἐλαῖαι αὗται, αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων; 12 καὶ ἐπηρώτησα ἐκ δευτέρου καὶ εἶπα πρὸς αὐτόν· τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶ τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς; 13 καὶ εἶπε πρός με· οὐκ οἶδας τί ἐστι ταῦτα; καὶ εἶπα οὐχί, κύριε. 14 καὶ εἶπεν· οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασι Κυρίῳ πάσης τῆς γῆς.

Κεφάλαιο 5

ΚΑΙ ἐπέστρεψα, καὶ ᾖρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ δρέπανον πετόμενον. 2 καὶ εἶπε πρός με· τί σὺ βλέπεις; καὶ εἶπα ἐγώ· ὁρῶ δρέπανον πετόμενον μήκους πήχεων εἴκοσι καὶ πλάτους πήχεων δέκα. 3 καὶ εἶπε πρός με· αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον πάσης τῆς γῆς, διότι πᾶς ὁ κλέπτης ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται, καὶ πᾶς ὁ ἐπίορκος ἐκ τούτου ἐκδικηθήσεται· 4 καὶ ἐξοίσω αὐτό, λέγει Κύριος παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τῷ ὀνόματί μου ἐπὶ ψεύδει καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ.

5 Καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπε πρός με· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἰδὲ τί τὸ ἐκπορευόμενον τοῦτο. 6 καὶ εἶπα· τί ἐστι; καὶ εἶπε· τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον. καὶ εἶπεν· αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ. 7 καὶ ἰδοὺ τάλαντον μολίβου ἐξαιρόμενον, καὶ ἰδοὺ γυνὴ μία ἐκάθητο ἐν μέσῳ τοῦ μέτρου. 8 καὶ εἶπεν· αὕτη ἐστὶν ἡ ἀνομία· καὶ ἔρριψεν αὐτὴν εἰς μέσον τοῦ μέτρου καὶ ἔρριψε τὸν λίθον τοῦ μολίβου εἰς τὸ στόμα αὐτῆς. 9 καὶ ᾖρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ δύο γυναῖκες ἐκπορευόμεναι, καὶ πνεῦμα ἐν ταῖς πτέρυξιν αὐτῶν, καὶ αὗται εἶχον πτέρυγας ὡς πτέρυγας ἔποπος· καὶ ἀνέλαβον τὸ μέτρον ἀναμέσον τῆς γῆς καὶ ἀναμέσον τοῦ οὐρανοῦ. 10 καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί· ποῦ αὗται ἀποφέρουσι τὸ μέτρον; 11 καὶ εἶπε πρός με· οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος καὶ ἑτοιμάσαι, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ.

Κεφάλαιο 6

ΚΑΙ ἐπέστρεψα καὶ ᾖρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα ἅρματα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων, καὶ τὰ ὄρη ἦν ὄρη χαλκᾶ. 2 ἐν τῷ ἅρματι τῷ πρώτῳ ἵπποι πυρροί, καὶ ἐν τῷ ἅρματι τῷ δευτέρῳ ἵπποι μέλανες. 3 καὶ ἐν τῷ ἅρματι τῷ τρίτῳ ἵπποι λευκοί, καὶ ἐν τῷ ἅρματι τῷ τετάρτῳ ἵπποι ποικίλοι ψαροί. 4 καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί· τί ἐστι ταῦτα, κύριε; 5 καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπε· ταῦτά ἐστιν οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ, ἐκπορεύονται παραστῆναι τῷ Κυρίῳ πάσης τῆς γῆς· 6 ἐν ᾧ ἦσαν οἱ ἵπποι οἱ μέλανες, ἐξεπορεύοντο ἐπὶ γῆν βορρᾶ, καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν, καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου, 7 καὶ οἱ ψαροὶ ἐξεπορεύοντο καὶ ἐπέβλεπον τοῦ πορεύεσθαι τοῦ περιοδεῦσαι τὴν γῆν. καὶ εἶπε· πορεύεσθε καὶ περιοδεύσατε τὴν γῆν· καὶ περιώδευσαν τὴν γῆν. 8 καὶ ἀνεβόησε καὶ ἐλάλησε πρός με λέγων· ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βορρᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βορρᾶ.

9 Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 10 λάβε τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησίμων αὐτῆς καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτὴν καὶ εἰσελεύσῃ σὺ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ε᾿ς τὸν οἶκον ᾿Ιωσίου τοῦ Σοφονίου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος 11 καὶ λήψῃ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεφάνους καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν ᾿Ιησοῦ τοῦ ᾿Ιωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου 12 καὶ ἐρεῖς πρὸς αὐτόν· τάδε λέγει Κύριος παντοκράτωρ· ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον Κυρίου· 13 καὶ αὐτὸς λήψεται ἀρετὴν καὶ καθιεῖται καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀναμέσον ἀμφοτέρων. 14 ὁ δὲ στέφανος ἔσται τοῖς ὑπομένουσι καὶ τοῖς χρησίμοις αὐτῆς καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν καὶ εἰς χάριτα υἱοῦ Σοφονίου καὶ εἰς ψαλμὸν ἐν οἴκῳ Κυρίου. 15 καὶ οἱ μακρὰν ἀπ᾿ αὐτῶν ἥξουσι καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ Κυρίου, καὶ γνώσεσθε διότι Κύριος παντοκράτωρ ἀπέσταλκέ με πρὸς ὑμᾶς· καὶ ἔσται, ἐὰν εἰσακούοντες εἰσακούσητε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν.

Κεφάλαιο 7

ΚΑΙ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει, ἐπὶ Δαρείου τοῦ βασιλέως ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τετράδι τοῦ μηνὸς τοῦ ἐνάτου, ὅς ἐστι Χασελεῦ· 2 καὶ ἐξαπέστειλεν εἰς Βαιθὴλ Σαρασὰρ καὶ ᾿Αρβεσεὲρ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασθαι τὸν Κύριον 3 λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος καὶ πρὸς τοὺς προφήτας λέγων· εἰσελήλυθεν ὧδε ἐν τῷ μηνὶ τῷ πέμπτῳ τὸ ἁγίασμα, καθότι ἐποίησα ἤδη ἱκανὰ ἔτη. 4 καὶ ἐγένετο λόγος Κυρίου τῶν δυνάμεων πρὸς ἐμὲ λέγων· 5 εἰπὸν πρὸς ἅπαντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων· ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη μὴ νηστείαν νενηστεύκατέ μοι; 6 καὶ ἐὰν φάγητε ἢ πίητε, οὐχ ὑμεῖς ἔσθετε καὶ πίνετε; 7 οὐχ οὗτοι οἱ λόγοι, οὓς ἐλάλησε Κύριος ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν, ὅτε ἦν ῾Ιερουσαλὴμ κατοικουμένη καὶ εὐθηνοῦσα καὶ αἱ πόλεις κυκλόθεν αὐτῆς καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατῳκεῖτο; 8 καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν λέγων· 9 τάδε λέγει Κύριος παντοκράτωρ· κρίμα δίκαιον κρίνετε καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ 10 καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύετε, καὶ κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν. 11 καὶ ἠπείθησαν τοῦ προσέχειν καὶ ἔδωκαν νῶτον παραφρονοῦντα καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν 12 καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ ἐσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους, οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν· καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ Κυρίου παντοκράτορος. 13 καὶ ἔσται ὃν τρόπον εἶπε καὶ οὐκ εἰσήκουσαν, οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω, λέγει Κύριος παντοκράτωρ. 14 καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη, ἃ οὐκ ἔγνωσαν, καὶ ἡ γῆ ἀφανισθήσεται κατόπισθεν αὐτῶν ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος· καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀφανισμόν.

Κεφάλαιο 8

ΚΑΙ ἐγένετο λόγος Κυρίου παντοκράτορος λέγων· 2 τάδε λέγει Κύριος παντοκράτωρ· ἐζήλωκα τὴν ῾Ιερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν καὶ θυμῷ μεγάλῳ ἐζήλωκα αὐτήν. 3 τάδε λέγει Κύριος· ἐπιστρέψω ἐπὶ Σιὼν καὶ κατασκηνώσω ἐν μέσῳ ῾Ιερουαλήμ, καὶ κληθήσεται ἡ ῾Ιερουσαλὴμ πόλις ἀληθινὴ καὶ τὸ ὄρος Κυρίου παντοκράτορος ὄρος ἅγιον. 4 τάδε λέγει Κύριος παντοκράτωρ· ἔτι καθήσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις ῾Ιερουσαλήμ, ἕκαστος τὴν ράβδον αὐτοῦ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ ἀπὸ πλήθους ἡμερῶν· 5 καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς. 6 τάδε λέγει Κύριος παντοκράτωρ· εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου ἀδυνατήσει; λέγει Κύριος παντοκράτωρ. 7 τάδε λέγει Κύριος παντοκράτωρ· ἰδοὺ ἐγὼ σῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν 8 καὶ εἰσάξω αὐτοὺς καὶ κατασκηνώσω ἐν μέσῳ ῾Ιερουσαλήμ, καὶ ἔσονται ἐμοὶ εἰς λαόν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ. 9 τάδε λέγει Κύριος παντοκράτωρ· κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν, ἀφ᾿ ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου παντοκράτορος, καὶ ὁ ναὸς ἀφ᾿ οὗ ᾠκοδόμηται. 10 διότι πρὸ τῶν ἡμερῶν ἐκείνων ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρξει, καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως· καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους, ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ. 11 καὶ νῦν οὐ κατὰ τάς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει Κύριος παντοκράτωρ, 12 ἀλλ᾿ ἢ δείξω εἰρήνην· ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου τούτου ταῦτα πάντα. 13 καὶ ἔσται ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν ὁ οἶκος ᾿Ιούδα καὶ οἶκος ᾿Ισραήλ, οὕτως διασώσω ὑμᾶς καὶ ἔσεσθε ἐν εὐλογίᾳ· θαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν. 14 διότι τάδε λέγει Κύριος παντοκράτωρ· ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν, λέγει Κύριος παντοκράτωρ, καὶ οὐ μετενόησα, 15 οὕτως παρατέταγμαι καὶ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις τοῦ καλῶς ποιῆσαι τὴν ῾Ιερουσαλὴμ καὶ τὸν οἶκον ᾿Ιούδα· θαρσεῖτε. 16 οὗτοι οἱ λόγοι, οὓς ποιήσετε· λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, ἀλήθειαν καὶ κρίμα εἰρηνικὸν κρίνατε ἐν ταῖς πύλαις ὑμῶν, 17 καί ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε, διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος παντοκράτωρ.

18 Καὶ ἐγένετο λόγος Κυρίου παντοκράτορος πρός με λέγων· 19 τάδε λέγει Κύριος παντοκράτωρ· νηστεία ἡ τετρὰς καὶ νηστεία ἡ πέμπτη καὶ νηστεία ἡ ἑβδόμη καὶ νηστεία ἡ δεκάτη ἔσονται τῷ οἴκῳ ᾿Ιούδα εἰς χαρὰν καὶ εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθάς, καὶ εὐφρανθήσεσθε, καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε. 20 τάδε λέγει Κύριος παντοκράτωρ· ἔτι ἥξουσι λαοὶ πολλοὶ καὶ κατοικοῦντες πόλεις πολλάς, 21 καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν λέγοντες· πορευθῶμεν δεηθῆναι τοῦ προσώπου Κυρίου καὶ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος· πορεύσομαι κἀγώ. 22 καὶ ἥξουσι λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος ἐν ῾Ιερουσαλὴμ καὶ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου. 23 τάδε λέγει Κύριος παντοκράτωρ· ἐν ταῖς ἡμέραις ἐκείναις, ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς ᾿Ιουδαίου λέγοντες· πορευσόμεθα μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι ὁ Θεὸς μεθ᾿ ὑμῶν ἐστι.

Κεφάλαιο 9

ΛΗΜΜΑ λόγου Κυρίου· ἐν γῇ Σεδρὰχ καὶ Δαμασκοῦ θυσία αὐτοῦ, διότι Κύριος ἐφορᾷ ἀνθρώπους καὶ πάσας φυλὰς τοῦ ᾿Ισραήλ. 2 καὶ ἐν ᾿Εμὰθ ἐν τοῖς ὁρίοις αὐτῆς Τύρος καὶ Σιδών, διότι ἐφρόνησαν σφόδρα. 3 καὶ ᾠκοδόμησε Τύρος ὀχυρώματα ἑαυτῇ καὶ ἐθησαύρισεν ἀργύριον ὡς χοῦν καὶ συνήγαγε χρυσίον ὡς πηλὸν ὁδῶν. 4 διὰ τοῦτο Κύριος κληρονομήσει αὐτὴν καὶ πατάξει εἰς θάλασσαν δύναμιν αὐτῆς, καὶ αὕτη ἐν πυρὶ καταναλωθήσεται. 5 ὄψεται ᾿Ασκάλων καὶ φοβηθήσεται, καὶ Γάζα καὶ ὀδυνηθήσεται σφόδρα, καὶ ᾿Ακκάρων, ὅτι ᾐσχύνθη ἐπὶ τῷ παραπτώματι αὐτῆς· καὶ ἀπολεῖται βασιλεὺς ἐκ Γάζης, καὶ ᾿Ασκάλων οὐ μὴ κατοικηθῇ. 6 καὶ κατοικήσουσιν ἀλλογενεῖς ἐν ᾿Αζώτῳ, καὶ καθελῶ ὕβριν ἀλλοφύλων. 7 καὶ ἐξαρῶ τὸ αἷμα αὐτῶ ἐκ τοῦ στόματος αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν, καὶ ὑπολειφθήσεται καὶ οὗτος τῷ Θεῷ ἡμῶν, καὶ ἔσονται ὡς χιλίαρχος ἐν ᾿Ιούδᾳ καὶ ᾿Ακκάρων ὡς ὁ ᾿Ιεβουσαῖος· 8 καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστημα τοῦ μὴ διαπορεύεσθαι μηδὲ ἀνακάμπτειν, καὶ οὐ μὴ ἐπέλθῃ ἐπ᾿ αὐτοὺς οὐκέτι ἐξελαύνων, διότι νῦν ἑώρακα ἐν τοῖς ὀφθαλμοῖς μου.

9 Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ ῾Ιερουσαλήμ· ἰδοὺ ὁ βασιλεὺς σου ἔρχεταί σοι, δίκαιος καὶ σῴζων αὐτός, πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. 10 καὶ ἐξολοθρεύσει ἅρματα ἐξ ᾿Εφραὶμ καὶ ἵππον ἐξ ῾Ιερουσαλήμ, καὶ ἐξολοθρεύσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν· καὶ κατάρξει ὑδάτων ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως διεκβολῶν γῆς. 11 καὶ σὺ ἐν αἵματι διαθήκης σου ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. 12 καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι· 13 διότι ἐνέτεινά σε, ᾿Ιούδα, ἐμαυτῷ εἰς τόξον, ἔπλησα τὸν ᾿Εφραὶμ καὶ ἐξεγερῶ τὰ τέκνα σου, Σιών, ἐπὶ τὰ τέκνα τῶν ῾Ελλήνων καὶ ψηλαφήσω σε ὡς ρομφαίαν μαχητοῦ· 14 καὶ Κύριος ἔσται ἐπ᾿ αὐτοὺς καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς, καὶ Κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ. 15 Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτούς, καὶ καταναλώσουσιν αὐτούς, καί καταχώσουσιν αὐτοὺς ἐν λίθοις σφενδόνης καὶ ἐκπίονται αὐτοὺς ὡς οἶνον καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον. 16 καὶ σώσει αὐτοὺς Κύριος ὁ Θεὸς αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς πρόβατα λαὸν αὐτοῦ, διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ γῆς αὐτοῦ. 17 ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ᾿ αὐτοῦ, σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων εἰς παρθένους.

Κεφάλαιο 10

ΑΙΤΕΙΣΘΕ παρὰ Κυρίου ὑετὸν καθ᾿ ὥραν πρώϊμον καὶ ὄψιμον· Κύριος ἐποίησε φαντασίας, καὶ ὑετὸν χειμερινὸν δώσει αὐτοῖς, ἑκάστῳ βοτάνην ἐν ἀγρῷ. 2 διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ οἱ μάντεις ὁράσεις ψευδεῖς, καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν, μάταια παρεκάλουν· διὰ τοῦτο ἐξηράνθησαν ὡς πρόβατα καὶ ἐκακώθησαν, διότι οὐκ ἦν ἴασις. 3 ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου, καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι· καὶ ἐπισκέψεται Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ τὸν οἶκον ᾿Ιούδα καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπῆ αὐτοῦ ἐν πολέμῳ. 4 καὶ ἀπ᾿ αὐτοῦ ἐπέβλεψε καὶ ἐξ αὐτοῦ ἔταξε, καὶ ἀπ᾿ αὐτοῦ τόξον ἐν θυμῷ· ἀπ᾿ αὐτοῦ ἐξελεύσεται πᾶς ὁ ἐξελαύνων ἐν τῷ αὐτῷ. 5 καὶ ἔσονται ὡς μαχηταὶ πατοῦντες πηλὸν ἐν ταῖς ὁδοῖς ἐν πολέμῳ καὶ παρατάξονται, διότι Κύριος μετ᾿ αὐτῶν, καὶ καταισχυνθήσονται ἀναβάται ἵππων. 6 καὶ κατισχύσω τὸν οἶκον ᾿Ιούδα καὶ τὸν οἶκον ᾿Ιωσὴφ σώσω καὶ κατοικιῶ αὐτούς, ὅτι ἠγάπησα αὐτούς, καὶ ἔσονται ὃν τρόπον οὐκ ἀπεστρεψάμην αὐτούς· διότι ἐγὼ Κύριος ὁ Θεὸς αὐτῶν καὶ ἐπακούσομαι αὐτοῖς. 7 καὶ ἔσονται ὡς μαχηταὶ τοῦ ᾿Εφραίμ, καὶ χαρήσεται ἡ καρδία αὐτῶν ὡς ἐν οἴνῳ· καὶ τὰ τέκνα αὐτῶν ὄψονται καὶ εὐφρανθήσονται, καὶ χαρεῖται ἡ καρδία αὐτῶν ἐπὶ τῷ Κυρίῳ. 8 σημανῶ αὐτοῖς καὶ εἰσδέξομαι αὐτούς, διότι λυτρώσομαι αὐτούς, καὶ πληθυνθήσονται καθότι ἦσαν πολλοί. 9 καὶ σπερῶ αὐτοὺς ἐν λαοῖς, καὶ οἱ μακρὰν μνησθήσονταί μου, ἐκθρέψουσι τὰ τέκνα αὐτῶν καὶ ἐπιστρέψουσι. 10 καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐξ ᾿Ασσυρίων εἰσδέξομαι αὐτούς, καὶ εἰς τὴν Γαλααδῖτιν καὶ εἰς τὸν Λίβανον εἰσάξω αὐτούς, καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν οὐδὲ εἷς· 11 καὶ διελεύσονται ἐν θαλάσσῃ στενῇ καὶ πατάξουσιν ἐν θαλάσσῃ κύματα, καὶ ξηρανθήσεται πάντα τὰ βάθη ποταμῶν, καὶ ἀφαιρεθήσεται πᾶσα ὕβρις ᾿Ασσυρίων, καὶ σκῆπτρον Αἰγύπτου περιαιρεθήσεται. 12 καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ κατακαυχήσονται, λέγει Κύριος.

Κεφάλαιο 11

ΔΙΑΝΟΙΞΟΝ, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου· 2 ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος, ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν· ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος. 3 φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν· φωνὴ ὠρυομένων λεόντων, ὅτι τεταλαιπώρηκε τὸ φρύαγμα τοῦ ᾿Ιορδάνου. 4 τάδε λέγει Κύριος παντοκράτωρ· ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς, 5 ἃ οἱ κτησάμενοι κατέσφαζον καὶ οὐ μετεμέλοντο, καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον· εὐλογητὸς Κύριος καὶ πεπλουτήκαμεν· καὶ οἱ ποιμένες αὐτῶν οὐκ ἔπασχον οὐδὲν ἐπ᾿ αὐτοῖς. 6 διὰ τοῦτο οὐ φείσομαι οὐκέτι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν, λέγει Κύριος· καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τοὺς ἀνθρώπους, ἕκαστον εἰς χεῖρα τοῦ πλησίον αὐτοῦ καὶ εἰς χεῖρα βασιλέως αὐτοῦ, καὶ κατακόψουσι τὴν γῆν, καὶ οὐ μὴ ἐξέλωμαι ἐκ χειρὸς αὐτῶν. 7 καὶ ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆς εἰς τὴν Χαναανῖτιν· καὶ λήψομαι ἐμαυτῷ δύο ράβδους —τὴν μὲν μίαν ἐκάλεσα Κάλλος καὶ τὴν ἑτέραν ἐκάλεσα Σχοίνισμα— καὶ ποιμανῶ τὰ πρόβατα. 8 καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνί, καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ᾿ αὐτούς, καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ᾿ ἐμέ. 9 καὶ εἶπα· οὐ ποιμανῶ ὑμᾶς· τὸ ἀποθνῇσκον ἀποθνῃσκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλιπέτω, καὶ τὰ κατάλοιπα κατεσθιέτωσαν ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ. 10 καὶ λήψομαι τὴν ράβδον μου τὴ καλὴν καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς. 11 καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καί γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενα, διότι λόγος Κυρίου ἐστί. 12 καὶ ἐρῶ πρὸς αὐτούς· εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστι, δότε στήσαντες τὸν μισθόν μου ἢ ἀπείπασθε· καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς. 13 καὶ εἶπε Κύριος πρός με· κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπέρ αὐτῶν. καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον. 14 καὶ ἀπέρριψα τὴν ράβδον τὴν δευτέραν, τὸ Σχοίνισμα, τοῦ διασκεδάσαι τὴν κατάσχεσιν ἀνὰ μέσον ᾿Ιούδα καὶ ἀνὰ μέσον ᾿Ισραήλ.

15 Καὶ εἶπε Κύριος πρός με· ἔτι λάβε σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου, 16 διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ποιμένα ἐπὶ τὴν γῆν· τὸ ἐκλιμπάνον οὐ μὴ ἐπισκέψηται καὶ τὸ ἐσκορπισμένον οὐ μὴ ζητήσῃ καὶ τὸ συντετριμμένον οὐ μὴ ἰάσηται καὶ τὸ ὁλόκληρον οὐ μὴ κατευθύνῃ καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται καὶ τούς ἀστραγάλους αὐτῶν ἐκστρέψει. 17 ὦ οἱ ποιμαίνοντες τὰ μάταια καὶ οἱ καταλελοιπότες τὰ πρόβατα· μάχαιρα ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὸν ὀφθαλμὸν τὸν δεξιὸν αὐτοῦ· ὁ βραχίων αὐτοῦ ξηραινόμενος ξηρανθήσεται, καὶ ὁ ὀφθαλμὸς ὁ δεξιὸς αὐτοῦ ἐκτυφλούμενος ἐκτυφλωθήσεται.

Κεφάλαιο 12

ΛΗΜΜΑ λόγου Κυρίου ἐπὶ τὸν ᾿Ισραήλ· λέγει Κύριος ἐκτείνων οὐρανὸν καὶ θεμελιῶν γῆν καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ· 2 ἰδοὺ ἐγὼ τίθημι τὴν ῾Ιερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ ᾿Ιουδαίᾳ ἔσται περιοχὴ ἐπὶ ῾Ιερουσαλήμ. 3 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν ῾Ιερουσαλὴμ λίθον καταπατούμενον πᾶσι τοῖς ἔθνεσι· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχθήσονται ἐπ᾿ αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς. 4 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει, ἐπὶ δὲ τὸν οἶκον ᾿Ιούδα διανοίξω τοὺς ὀφθαλμούς μου καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει. 5 καὶ ἐροῦσιν οἱ χιλίαρχοι ᾿Ιούδα ἐν ταῖς καρδίαις αὐτῶν· εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας ῾Ιερουσαλὴμ ἐν Κυρίῳ παντοκράτορι Θεῷ αὐτῶν. 6 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους ᾿Ιούδα ὡς δαλόν πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ, καὶ καταφάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν, καὶ κατοικήσει ῾Ιερουσαλὴμ ἔτι καθ᾿ ἑαυτὴν ἐν ῾Ιερουσαλήμ. 7 καὶ σώσει Κύριος τὰ σκηνώματα ᾿Ιούδα καθὼς ἀπ᾿ ἀρχῆς, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυὶδ καὶ ἔπαρσις τῶν κατοικούντων ῾Ιερουσαλὴμ ἐπὶ τὸν ᾿Ιούδα. 8 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ Κύριος ὑπὲρ τῶν κατοικούντων ῾Ιερουσαλήμ, καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς οἶκος Δαυίδ, ὁ δὲ οἶκος Δαυὶδ ὡς οἶκος Θεοῦ, ὡς ἄγγελος Κυρίου ἐνώπιον αὐτῶν. 9 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ζητήσω τοῦ ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐρχόμενα ἐπὶ ῾Ιερουσαλήμ. 10 καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυὶδ καὶ ἐπὶ τοὺς κατοικοῦντας ῾Ιερουσαλὴμ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ, καὶ ἐπιβλέψονται πρός με ἀνθ᾿ ὧν κατωρχήσαντο καὶ κόψονται ἐπ᾿ αὐτὸν κοπετόν, ὡς ἐπ᾿ ἀγαπητῷ, καὶ ὀδυνηθήσονται ὀδύνην ὡς ἐπὶ τῷ πρωτοτόκῳ. 11 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς ἐν ῾Ιερουσαλὴμ ὡς κοπετὸς ροῶνος ἐν πεδίῳ ἐκκοπτομένου, 12 καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς φυλάς· φυλὴ οἴκου Δαυὶδ καθ᾿ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾿ ἑαυτάς, φυλὴ οἴκου Νάθαν καθ᾿ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾿ ἑαυτάς, 13 φυλὴ οἴκου Λευὶ καθ᾿ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾿ ἑαυτάς, φυλὴ τοῦ Συμεὼν καθ᾿ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾿ ἑαυτάς· 14 πᾶσαι αἱ ὑπολελειμμέναι φυλαί, φυλὴ καθ᾿ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾿ ἑαυτάς.

Κεφάλαιο 13

ΕΝ τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος διανοιγόμενος τῷ οἴκῳ Δαυὶδ καὶ τοῖς κατοικοῦσιν ῾Ιερουσαλὴμ εἰς τὴν μετακίνησιν καὶ εἰς τὸν χωρισμόν. 2 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος Σαβαώθ, ἐξολοθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκ ἔτι αὐτῶν ἔσται μνεία· καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς. 3 καὶ ἔσται ἐὰν προφητεύσῃ ἄνθρωπος ἔτι, καὶ ἐρεῖ πρὸς αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ, οἱ γεννήσαντες αὐτόν· οὐ ζήσῃ, ὅτι ψευδῆ ἐλάλησας ἐπ᾿ ὀνόματι Κυρίου· καὶ συμποδιοῦσιν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ, οἱ γεννήσαντες αὐτόν, ἐν τῷ προφητεύειν αὐτόν. 4 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταισχυνθήσονται οἱ προφῆται, ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ, ἐν τῷ προφητεύειν αὐτόν, καὶ ἐνδύσονται δέρριν τριχίνην ἀνθ᾿ ὧν ἐψεύσαντο. 5 καὶ ἐρεῖ· οὐκ εἰμὶ προφήτης ἐγώ, διότι ἄνθρωπος ἐργαζόμενος τὴν γῆν ἐγώ εἰμι, ὅτι ἄνθρωπος ἐγέννησέ με ἐκ νεότητός μου. 6 καὶ ἐρῶ πρὸς αὐτόν· τί αἱ πληγαὶ αὗται ἀναμέσον τῶν χειρῶν σου; καὶ ἐρεῖ· ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου.

7 Ρομφαία ἐξεγέρθητι ἐπὶ τοὺς ποιμένας μου καὶ ἐπὶ ἄνδρα πολίτην μου, λέγει Κύριος παντοκράτωρ· πατάξατε τοὺς ποιμένας καὶ ἐκσπάσατε τὰ πρόβατα, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας. 8 καὶ ἔσται ἐν πάσῃ τῇ γῇ, λέγει Κύριος, τὰ δύο μέρη αὐτῆς ἐξολοθρευθήσεται καὶ ἐκλείψει, τὸ δὲ τρίτον ὑπολειφθήσεται ἐν αὐτῇ· 9 καὶ διάξω τὸ τρίτον διὰ πυρὸς καὶ πυρώσω αὐτούς, ὡς πυροῦται τὸ ἀργύριον, καὶ δοκιμῶ αὐτούς, ὡς δοκιμάζεται τὸ χρυσίον· αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου, κἀγὼ ἐπακούσομαι αὐτῷ καὶ ἐρῶ· λαός μου οὗτός ἐστι, καὶ αὐτὸς ἐρεῖ, Κύριος ὁ Θεός μου.

Κεφάλαιο 14

ΙΔΟΥ ἡμέραι ἔρχονται Κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοί. 2 καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ ῾Ιερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως. 3 καὶ ἐξελεύσεται Κύριος καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου. 4 καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι ῾Ιερουσαλὴμ ἐξ ἀνατολῶν· καὶ σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολάς καὶ τὸ ἥμισυ πρὸς θάλασσαν, χάος μέγα σφόδρα. καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς τὸν βορρᾶν καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον. 5 καὶ ἐμφραχθήσεται ἡ φάραγξ τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἕως ᾿Ιασὸλ καὶ ἐμφραχθήσεται καθὼς ἐνεφράγη ἐν ταῖς ἡμέραις τοῦ συσσεισμοῦ, ἐν ἡμέραις ᾿Οζίου βασιλέως ᾿Ιούδα· καὶ ἥξει Κύριος ὁ Θεός μου καὶ πάντες οἱ ἅγιοι μετ᾿ αὐτοῦ. 6 καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς καὶ ψῦχος καὶ πάγος· 7 ἔσται μίαν ἡμέραν, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς. 8 καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ ῾Ιερουσαλήμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. 9 καὶ ἔσται Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος εἷς καὶ τὸ ὄνομα αὐτοῦ ἕν. 10 κυκλῶν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον ἀπὸ Γαβὲ ἕως Ρεμμὼν κατὰ νότον ῾Ιερουσαλήμ· Ραμὰ δὲ ἐπὶ τόπου μενεῖ ἀπὸ τῆς πύλης Βενιαμὶν ἕως τοῦ τόπου τῆς πύλης τῆς πρώτης, ἕως τῆς πύλης τῶν γωνιῶν καὶ ἕως τοῦ πύργου ᾿Αναμεήλ, ἕως τῶν ὑποληνίων τοῦ βασιλέως. 11 κατοικήσουσιν ἐν αὐτῇ, καὶ ἀνάθεμα οὐκ ἔσται ἔτι καὶ κατοικήσει ῾Ιερουσαλὴμ πεποιθότως.

12 Καὶ αὕτη ἔσται ἡ πτῶσις, ἣν κόψει Κύριος πάντας τοὺς λαούς, ὅσοι ἐπεστράτευσαν ἐπὶ ῾Ιερουσαλήμ· τακήσονται αἱ σάρκες αὐτῶν ἑστηκότων αὐτῶν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ρυήσονται ἐκ τῶν ὀπῶν αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν τακήσεται ἐν τῷ στόματι αὐτῶν. 13 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκστασις Κυρίου μεγάλη ἐπ᾿ αὐτούς, καὶ ἐπιλήψονται ἕκαστος τῆς χειρὸς τοῦ πλησίον αὐτοῦ, καὶ συμπλακήσεται ἡ χεὶρ αὐτοῦ πρὸς τὴν χεῖρα τοῦ πλησίον αὐτοῦ. 14 καὶ ὁ ᾿Ιούδας παρατάξεται ἐν ῾Ιερουσαλὴμ καὶ συνάξει τὴν ἰσχὺν πάντων τῶν λαῶν κυκλόθεν, χρυσίον καὶ ἀργύριον καὶ ἱματισμὸν εἰς πλῆθος σφόδρα. 15 καὶ αὕτη ἔσται ἡ πτῶσις τῶν ἵππων καὶ τῶν ἡμιόνων καὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ πάντων τῶν κτηνῶν τῶν ὄντων ἐν ταῖς παρεμβολαῖς ἐκείναις κατὰ τὴν πτῶσιν ταύτην. 16 καὶ ἔσται ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ ῾Ιερουσαλήμ, καὶ ἀναβήσονται κατ᾿ ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. 17 καὶ ἔσται ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς ῾Ιερουσαλὴμ τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεθήσονται. 18 ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλθῃ ἐκεῖ, καὶ ἐπὶ τούτους ἔσται ἡ πτῶσις, ἣν πατάξει Κύριος πάντα τὰ ἔθνη, ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. 19 αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ἂν μὴ ἀναβῇ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. 20 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ Κυρίῳ παντοκράτορι, καὶ ἔσονται οἱ λέβητες ἐν τῷ οἴκῳ Κυρίου ὡς φιάλαι πρὸ προσώπου τοῦ θυσιαστηρίου. 21 καὶ ἔσται πᾶς λέβης ἐν ῾Ιερουσαλὴμ καὶ ἐν τῷ ᾿Ιούδᾳ ἅγιον τῷ Κυρίῳ παντοκράτορι· καὶ ἥξουσι πάντες οἱ θυσιάζοντες καὶ λήψονται ἐξ αὐτῶν καὶ ἑψήσουσιν ἐν αὐτοῖς. καὶ οὐκ ἔσται Χαναναῖος οὐκέτι ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

© Copyright 2024 Ιερός Ναός Υπεραγίας Θεοτόκου "Άξιον Εστίν" Κοκκίνη Χάνι Back To Top