Ἀδελφοί, πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.Τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δέ Θεός καὶ ταύτην καὶ ταῦτα καταργήσει.τό δέ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· ὁ δέ Θεός καὶ τόν Κύριον ἤγειρε καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ.

Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; Μὴ γένοιτο.

Ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν· ὁ δέ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι. Φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτός τοῦ σώματός ἐστιν, ὁ δέ πορνεύων εἰς τό ἴδιον σῶμα ἁμαρτάνει.

Ἢοὐκ οἴδατε ὅτι τό σῶμα ὑμῶν ναός τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπό Θεοῦ, καὶ οὐκ ἐστέ ἑαυτῶν;Ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τόν Θεόν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ.

Ἀπόδοση στη νεοελληνική:

Ἀδελφοί, ὅλα μοῦ ἐπιτρέπονται ἀλλὰ δέν συμφέρουν ὅλα. Ὅλα μοῦ ἐπιτρέπονται ἀλλὰ ἐγὼ δέν θὰ ἀφήσω τόν ἑαυτόν μου νὰ ἐξουσιασθῇ ἀπό τίποτε. Τὰ φαγητὰ εἶναι γιὰ τὴν κοιλιά, καὶ ἡ κοιλιὰ γιὰ τὰ φαγητά· ὁ Θεός θὰ καταργήσῃ καὶ αὐτὴν καὶ ἐκεῖνα. Ἀλλὰ τό σῶμα δέν εἶναι διὰ τὴν πορνείαν· εἶναι διὰ τόν Κύριον καὶ ὁ Κύριος διὰ τό σῶμα. Ὁ δέ Θεός καὶ τόν Κύριον ἀνέστησε καὶ ἐμᾶς θὰ ἀναστήσῃ διὰ τῆς δυνάμεώς του.

Δέν ξέρετε ὅτι τὰ σώματά σας εἶναι μέλη τοῦ Χριστοῦ; Νὰ πάρω λοιπόν τὰ μέλη τοῦ Χριστοῦ καὶ νὰ τὰ κάνω μέλη πόρνης; Μὴ γένοιτο.

Δέν ξέρετε ὅτι ἐκεῖνος ποὺ προσκολλᾶται εἰς τὴν πόρνην εἶναι ἕνα σῶμα μέ αὐτήν; Διότι θὰ γίνουν, λέγει, οἱ δύο μία σάρκα. Ἐκεῖνος δέ ποὺ προσκολλᾶται εἰς τόν Κύριον εἶναι ἕνα πνεῦμα μέ αὐτόν. Ἀποφεύγετε τὴν πορνείαν. Κάθε ἄλλο ἁμάρτημα ποὺ κάνει ὁ ἄνθρωπος εἶναι ἔξω ἀπό τό σῶμα, ἐκεῖνος ὅμως ποὺ πορνεύει, ἁμαρτάνει πρός τό ἴδιο του τό σῶμα.

Ἢδέν ξέρετε ὅτι τό σῶμά σας εἶναι ναός τοῦ Ἁγίου Πνεύματος ποὺ εἶναι μέσα σας, καὶ τό ὁποῖον ἔχετε ἀπό τόν Θεόν καὶ δέν ἀνήκετε εἰς τοὺς ἑαυτούς σας; Ἔχετε ἀγορασθῆ ἀντὶ τιμήματος. Δοξάσατε λοιπόν τόν Θεόν διὰ τοῦ σώματός σας καὶ διὰ τοῦ πνεύματός σας, τὰ ὁποῖα ἀνήκουν εἰς τόν Θεόν.

Footer

Δημιουργία ιστοτόπου : ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ